Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.141 Joseph. AJ 2.145 (English) >>Joseph. AJ 2.150

2.143διαφέρει δʼ οὐδὲν μὴ περιιδεῖν ἀπολλυμένους ὑπʼ ἐνδείας τῶν ἀναγκαίων, μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, δʼ αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη· 2.144σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν διʼ ὧν αὗται μενοῦσιν ἀπορουμένοις. 2.145οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατʼ ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης. 2.146ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι τοὺς ὑπὲρ τῶν εἰς ἑαυτὸν τετολμημένων δίκην ὀφείλοντας· εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσι, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη. 2.147καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν πῶς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπῳ λύπης ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθʼ ἡμᾶς ἕνεκα περὶ τῆς σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι, καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντες παρείχομεν ἂν αὑτοὺς πεισομένους τι καὶ θελήσειας·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.141 Joseph. AJ 2.145 (English) >>Joseph. AJ 2.150

Powered by PhiloLogic